Μύθος τις περὶ τοῦ Θήσεως Α’
Ἦν ποτε υἱὸς Αἰγέως, τοῦ βασιλέως τῶν Ἀθήνων, ὀνόματι Θήσευς. Καί ἐστιν νῆσος, ὀνόματι Κρήτη, καὶ ἐν τῷ αὐτῷ χρόνῳ ἦν πρᾶγμα μέγα ἐν τῷ μύθῳ – καὶ ἐν τῇ νήσῳ ἦν πόλις μεγάλη : Καὶ δὴ καί οὐ μέμνημαι τὸ ὄνομα τῆς αὐτῆς πόλεως, ἀλλὰ τὸ ὄνομα οὐκ ἐστιν μέγα πρᾶγμα ἐν τῷ λόγῳ, ἐξεστι σοι γὰρ ζητῆσαι τὸ ὄνομα τῆς πόλεως μόνον εἰ σὺ βούλῃ. Ἠν βασιλεύς τῆς πόλεως καὶ νήσου ὀνόματι Μίνως καὶ εἶχε γυναῖκα ἣ σπουδαία πρὸς τὸν μύθον οὐκ ἐστιν. Καὶ εἶχεν θυγατέρα, ὀνόματι Ἀριάδνη, ἣ μάλα σφόδρα σπουδαία πρὸς τὸν μύθον ἐστιν.
Πρὸ τούτου τοῦ χρόνου ἦν πόλεμος σὺν ταῖς Ἀθήναις καὶ τῇ Κρήτῃ – καὶ ἡ Κρήτη ἐνίκησεν τὰς Ἀθήνας. Δὶα τοῦτο, ἐν τούτῳ τῷ χρόνῳ, ὁ βασιλεὺς Μίνως αἰτεῖ τὰς Ἀθήνας πέμψαι δέκα νεανίας καὶ δέκα κόρας πρὸς τὴν νῆσον τῆς Κρήτης ἢ ἄλλον ἀριθμὸν ὃν οὐ μέμνημαι. Ἀλλὰ οὐ μόνον αἰτεῖ ὁ Μίνως – αἰτεῖ ἀπειλῶν βίᾳ καὶ πολέμῳ.
Διὰ τοῦτο ὁ Αἰγεῦς ἀπεδέξατο τὴν αἰτήσην τοῦ Μίνους κατ’ἐνιαυτόν καὶ ἔπεμπεν τοὺς νεανίας καὶ τὰς κόρας εἰς τὴν Κρήτην. Ἐκεῖ δὲ βεβαίως ἐρωτᾷς τί πράττει ὁ Μίνως σὺν τοῖς νεανίαις καὶ ταῖς κόραις: λέγω δὴ σοι – πρῶτον τίθησι τοὺς νέους Ἀθηναίους εἰς δεσμοτήριον τι. Εἶτα δὲ τίθησι τοὺς Ἀθηναίους εἰς λαβυρίνθον. Καὶ βεβαίως ἐρωτᾷς πῶς καὶ διὰ τί ἐγένετο ὁ λαβυρίνθος; Ἀλλά ἐστιν ἄλλος μύθος τις ὃν οὐκ ἔχω χρόνον διαλέγεσθαι σήμερον. Ἆρ’ἐρωτᾷς τί ἦν ἐν τῷ λαβυρίνθῳ; λέγω δὴ
Ἦν τέρας δεῖνον ὀνόματι Μινωταύρος, ὃς ἐν τῷ ἀνα σώματι ἦν ταῦρος τε καὶ ἦν ἐν τῷ κατὰ σώματι ἦν ἄνθρωπος. Τοῦτ’ἐστιν ἦν ἡμισὺς ταῦρος καὶ ἅμα ἡμισὺς ἄνθρωπος. Καὶ δε καὶ ὁ Μινωταύρος ἐσθίει τοὺς Ἀθηναίους καὶ ἄλλους ἀνθρώπους ζῶντας.
Ἆρα ἐρωτᾷς πῶς ἐγεννήθην ὁ Μινοταῦρος; ἐστιν ἄλλος μύθος ὃν ἴσως διηγοῦμαι σοι ἐπὶ τοῦ μέλλοντος.
Περίμενε ἐν ῷ διατελῶ γράφων.
Ἔγραψα ἐγὼ, Τιμόθεος, χάριν ἀποδίδως τῷ Ἰουλίῳ. παντὰ τὰ σφάλματα αὐτὸς πεποίκηκα.