Μύθος τις περὶ τοῦ Θησέως – Μέρος Γ᾽
Τῇ ὑστεραίᾳ ὁ Μίνως ἔλαβε τοὺς Ἁθημαίους ἐκ τοῦ δεσμοτηρίου καὶ ἐκόμιζε αὐτοὺς εἰς τὸν λαβυρίνθον. Καὶ ὁ Μίνως ἔκλεισε αὐτοὺς ἐν τῷ λαβυρίνθῷ μοχλοῖς. Εἶτα δὲ ὁ Θησεὺς ἄγει τοὺς ἑταίρους εἰς τὸ μέσον τοῦ λαβυρίνθου καὶ οἱ ἑταίροι αὐτῷ ἀκολουθοῦσιν καίπερ φοβούμενοι καὶ φροντίζοντες. Καὶ ὁ Θησεὺς ἔθηκε τὸ λίνον ἐν τῇ ὁδῷ ὥστε εὑρίσκειν τὴν ἔξοδον. Ὁ Θησεύς γὰρ ἐν τῇ ἀριστερᾷ μὲν λίνον εἴχε καὶ ἐν τῇ δεξιᾷ δὲ ξίφος.
Ὁ Μινώταυρος τοὺς Ἀθηναίους ἐδίωκε ἐν τῇ ὁδῷ. Καὶ ὁ Μινώταυρος τοῦς Ἀθηναίους ρᾷον ηὗρε καὶ ἐμαχέσατο πρὸς αὐτοὺς ὥστε αὐτοὺς φαγεῖν. Ἀλλὰ ὁ Θησεὺς τὸ τοῦ Μινωταύρου στῆθος ἔτυψε καὶ ἀπέκτονε αὐτόν. Νῦν δὲ ὁ Θησεὺς καὶ οἱ ἑταῖροι ἦσαν ἐν τῷ μέσῳ τοῦ λαβυρίνθου. Ἆρ’ἐρωτᾷς πῶς οἱ Ἀθηναῖοι τὴν ἔξοδον ηὗρεν; Λέγω δὲ σοι. Διὰ τὸ λίνον ὃ ὁ Θησεὺς ἐν τῇ ὁδῷ ἔλιπε. Εἶτα δὲ οἱ ἑταῖροι ἐν τῇ εἰσόδῳ ἦσαν ἀλλὰ οὐκ ἐδύναντο ἀπελθεῖν ἀπὸ τοῦ λαβυρίνθου διὰ τὸν μοχλόν. Ὁ Θησεὺς τὸν μοχλὸν ἔρρηξε. Εἶτα δὲ οἱ Ἀθηναῖοι πρὸς τὸ πλοῖον εἰσῆλθεν ὅπου ἡ Ἀριάδνε ἐπερίμενε. Εἶτα δὲ οἱ Ἁθηναῖοι καὶ ἡ Ἀριάδνη Ἀθήναζε, πρὸς τὴν αὐτῶν πατρίδα, ἔπλευσαν.
Ἇρ’ἐρωτᾷς τί ἐγένετο τῷ ἔρωτι τοῦ Θησέως τὲ καὶ τῆς Ἀριάδνης; Ἐστιν ἄλλος μύθος ὃ οὐ βούλομαι διαλέγεσθαι σήμερον.
Τέλος μύθου τινος περὶ τοῦ Θησέως
Ἔγραψα ἐγὼ, Τιμόθεος, χάριν ἀποδίδως τῷ Ἰουλίῳ. παντὰ τὰ σφάλματα αὐτὸς πεποίκηκα.
Μύθος τις περὶ τοῦ Θησέως – Μέρος B’
Καὶ δὴ καί ποτε ἐν τούτῷ τῷ χρόνῳ ὁ Θησεύς φησὶ τῷ Αἰγέι ὅτι βούλεται ἐλθεῖνἔρχεσθαι σὺν τοῖς νέοις Ἀθηναίοις ὥστε ἀποκτείνειν τὸν Μινώταυρον, τὸ μέγα τέρας, ἐν τῷ λαβυρίνθῳ, καίπερ τοῦτο χαλεπὸν πρᾶγμα ὄν.
Ἔτι ἓν πρᾶγμα:
Διὰ τί βούλεται ὁ Θησεὺς κομίζειν τοὺς ἑταίρους εἰς Κρήτην, εἰς θάνατον δυνατόν;
Διότι οὐ βούλεται ἀποθνῇσκειν τοὺς ἑταίρους ὑπὸ τῶν χείρων τοῦ Μινωταύρου.
Ὁ Αἴγευς οὐ χαίρει, ἀλλ’ἀποκρίνεται τῷ Θησεῖ: “ἔξεστι σοι τοῦτο τὸ ἔτος κομίζειν τοὺς ἑταίρους εἰς Κρήτην!” Εἶτα δὲ οῦν ὁ Θησεὺς καὶ οἱ ἑταίροι ἦλθον εἰς Κρήτην κατὰ πλοίον. Ὅταν ἀφίκοντο, ὁ Μίνως καὶ ἡ θυγατὴρ αὐτοῦ Ἀριάδνη καὶ ἡ γυνὴ αὐτοῦ βλέπουσι τοὺς Ἀθηναίους καὶ τίθησιν αὐτοὺς εἰς δεσμοτήριον.
Ἡ Ἀριάδνη ὅταν βλέπει τὸν Θησέα ἐνόμιζεν ὅτι καλὸς κἀγαθὸς ἐστιν καὶ ἐρᾷ αὐτὸν. Διὰ τοῦτο ἦλθεν εἰς τὸ δεσμοτήριον ταύτης τῆς ἑσπέρας καὶ λέγει τῷ Θησεῖ ”
Δίδωμί σοι λίνον καὶ ξίφος ὥστε ἀποκτείνειν τὸν Μινώταυρον καὶ εὑρίσκειν ὅδον ἐκ τοῦ λαβυρίνθου”.
περίμενε ἐν ῷ διατελῶ γράφων
Ἔγραψα ἐγὼ, Τιμόθεος, χάριν ἀποδίδως τῷ Ἰουλίῳ. παντὰ τὰ σφάλματα αὐτὸς πεποίκηκα.
Μύθος τις περὶ τοῦ Θήσεως Α’
Ἦν ποτε υἱὸς Αἰγέως, τοῦ βασιλέως τῶν Ἀθήνων, ὀνόματι Θήσευς. Καί ἐστιν νῆσος, ὀνόματι Κρήτη, καὶ ἐν τῷ αὐτῷ χρόνῳ ἦν πρᾶγμα μέγα ἐν τῷ μύθῳ – καὶ ἐν τῇ νήσῳ ἦν πόλις μεγάλη : Καὶ δὴ καί οὐ μέμνημαι τὸ ὄνομα τῆς αὐτῆς πόλεως, ἀλλὰ τὸ ὄνομα οὐκ ἐστιν μέγα πρᾶγμα ἐν τῷ λόγῳ, ἐξεστι σοι γὰρ ζητῆσαι τὸ ὄνομα τῆς πόλεως μόνον εἰ σὺ βούλῃ. Ἠν βασιλεύς τῆς πόλεως καὶ νήσου ὀνόματι Μίνως καὶ εἶχε γυναῖκα ἣ σπουδαία πρὸς τὸν μύθον οὐκ ἐστιν. Καὶ εἶχεν θυγατέρα, ὀνόματι Ἀριάδνη, ἣ μάλα σφόδρα σπουδαία πρὸς τὸν μύθον ἐστιν.
Πρὸ τούτου τοῦ χρόνου ἦν πόλεμος σὺν ταῖς Ἀθήναις καὶ τῇ Κρήτῃ – καὶ ἡ Κρήτη ἐνίκησεν τὰς Ἀθήνας. Δὶα τοῦτο, ἐν τούτῳ τῷ χρόνῳ, ὁ βασιλεὺς Μίνως αἰτεῖ τὰς Ἀθήνας πέμψαι δέκα νεανίας καὶ δέκα κόρας πρὸς τὴν νῆσον τῆς Κρήτης ἢ ἄλλον ἀριθμὸν ὃν οὐ μέμνημαι. Ἀλλὰ οὐ μόνον αἰτεῖ ὁ Μίνως – αἰτεῖ ἀπειλῶν βίᾳ καὶ πολέμῳ.
Διὰ τοῦτο ὁ Αἰγεῦς ἀπεδέξατο τὴν αἰτήσην τοῦ Μίνους κατ’ἐνιαυτόν καὶ ἔπεμπεν τοὺς νεανίας καὶ τὰς κόρας εἰς τὴν Κρήτην. Ἐκεῖ δὲ βεβαίως ἐρωτᾷς τί πράττει ὁ Μίνως σὺν τοῖς νεανίαις καὶ ταῖς κόραις: λέγω δὴ σοι – πρῶτον τίθησι τοὺς νέους Ἀθηναίους εἰς δεσμοτήριον τι. Εἶτα δὲ τίθησι τοὺς Ἀθηναίους εἰς λαβυρίνθον. Καὶ βεβαίως ἐρωτᾷς πῶς καὶ διὰ τί ἐγένετο ὁ λαβυρίνθος;
Ἀλλά ἐστιν ἄλλος μύθος τις ὃν οὐκ ἔχω χρόνον διαλέγεσθαι σήμερον.
Ἆρ’ἐρωτᾷς τί ἦν ἐν τῷ λαβυρίνθῳ; λέγω δὴ
Ἦν τέρας δεῖνον ὀνόματι Μινωταύρος, ὃς ἐν τῷ ἀνα σώματι ἦν ταῦρος τε καὶ ἦν ἐν τῷ κατὰ σώματι ἦν ἄνθρωπος. Τοῦτ’ἐστιν ἦν ἡμισὺς ταῦρος καὶ ἅμα ἡμισὺς ἄνθρωπος. Καὶ δε καὶ ὁ Μινωταύρος ἐσθίει τοὺς Ἀθηναίους καὶ ἄλλους ἀνθρώπους ζῶντας.
Ἆρα ἐρωτᾷς πῶς ἐγεννήθην ὁ Μινοταῦρος; ἐστιν ἄλλος μύθος ὃν ἴσως διηγοῦμαι σοι ἐπὶ τοῦ μέλλοντος.
Περίμενε ἐν ῷ διατελῶ γράφων.
Ἔγραψα ἐγὼ, Τιμόθεος, χάριν ἀποδίδως τῷ Ἰουλίῳ. παντὰ τὰ σφάλματα αὐτὸς πεποίκηκα.